Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.175 | Joseph. AJ 4.179 (English) | >>Joseph. AJ 4.183 |
4.177
δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον , ἀλλʼ ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν , καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων .
4.179φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τʼ ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου . πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετʼ ἀρετῆς πάσης ὁμιλεῖν .
4.180ὦ παῖδες Ἰσραήλου , μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία ὁ θεὸς εὐμενής · μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός , ᾧ παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ , οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτʼ ἢ παύσαισθε , ἀλλʼ ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν ἡ κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν .
“
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.175 | Joseph. AJ 4.179 (English) | >>Joseph. AJ 4.183 |